Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.1 Dem. 41.5 (English) >>Dem. 41.9

41.4τούτων δʼ οὕτως ἐχόντων, διαφορᾶς γενομένης τῷ Πολυεύκτῳ πρὸς τὸν Λεωκράτη, περὶ ἧς οὐκ οἶδʼ τι δεῖ λέγειν, ἀφελόμενος Πολύευκτος τὴν θυγατέρα δίδωσι Σπουδίᾳ τουτῳί. μετὰ δὲ ταῦτʼ ἠγανάκτει <θʼ> Λεωκράτης, καὶ δίκας ἐλάγχανε Πολυεύκτῳ καὶ τουτῳὶ Σπουδίᾳ, καὶ περὶ πάντων ἠναγκάζοντʼ εἰς λόγον καθίστασθαι. καὶ τὸ τελευταῖον διελύθησαν, ἐφʼ ᾧτε κομισάμενον τὸν Λεωκράτην ἅπερ ἦν εἰς τὴν οὐσίαν εἰσενηνεγμένος, μήτε κακόνουν εἶναι τῷ Πολυεύκτῳ, τῶν τε πρὸς ἀλλήλους ἐγκλημάτων ἀπηλλάχθαι πάντων. 41.5τίνος οὖν ἕνεχʼ ὑμῖν, ἄνδρες δικασταί, ταῦτʼ εἶπον; ὅτι τὴν προῖκʼ οὐ κομισάμενος ἅπασαν, ἀλλʼ ὑπολειφθεισῶν χιλίων δραχμῶν καὶ ὁμολογηθεισῶν ἀπολαβεῖν ὅταν Πολύευκτος ἀποθάνῃ, ἕως μὲν Λεωκράτης ἦν κληρονόμος τῶν Πολυεύκτου, πρὸς ἐκεῖνον ἦν μοι τὸ συμβόλαιον· ἐπειδὴ δʼ τε Λεωκράτης ἐξεκεχωρήκει τε Πολύευκτος μοχθηρῶς εἶχεν, τηνικαῦτʼ, ἄνδρες δικασταί, τὴν οἰκίαν ταύτην ἀποτιμῶμαι πρὸς τὰς δέκα μνᾶς, ἐξ ἧς διακωλύει με τὰς μισθώσεις κομίζεσθαι Σπουδίας. 41.6πρῶτον μὲν οὖν ὑμῖν μάρτυρας παρέξομαι τοὺς παραγενομένους ὅτʼ ἠγγύα μοι Πολύευκτος τὴν θυγατέρʼ ἐπὶ τετταράκοντα μναῖς· ἔπειθʼ ὡς ἔλαττον ταῖς χιλίαις ἐκομισάμην· ἔτι δʼ ὡς ἅπαντα τὸν χρόνον ὀφείλειν ὡμολόγει μοι Πολύευκτος, καὶ τὸν Λεωκράτην συνέστησε, καὶ ὡς τελευτῶν διέθεθʼ ὅρους ἐπιστῆσαι χιλίων δραχμῶν ἐμοὶ τῆς προικὸς ἐπὶ τὴν οἰκίαν. καί μοι κάλει τοὺς μάρτυρας.Μάρτυρες



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41.1 Dem. 41.5 (English) >>Dem. 41.9

Powered by PhiloLogic